Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.135.4 | Hdt. 2.136.3 (English) | >>Hdt. 2.137.4 |
2.136.2 ἐπὶ τούτου βασιλεύοντος ἔλεγον , ἀμιξίης ἐούσης πολλῆς χρημάτων , γενέσθαι νόμον Αἰγυπτίοισι , ἀποδεικνύντα ἐνέχυρον τοῦ πατρὸς τὸν νέκυν οὕτω λαμβάνειν τὸ χρέος · προστεθῆναι δὲ ἔτι τούτῳ τῷ νόμῳ τόνδε , τὸν διδόντα τὸ χρέος καὶ ἁπάσης κρατέειν τῆς τοῦ λαμβάνοντος θήκης , τῷ δὲ ὑποτιθέντι τοῦτο τὸ ἐνέχυρον τήνδε ἐπεῖναι ζημίην μὴ βουλομένῳ ἀποδοῦναι τὸ χρέος , μήτε αὐτῷ ἐκείνῳ τελευτήσαντι εἶναι ταφῆς κυρῆσαι μήτʼ ἐν ἐκείνῳ τῷ πατρωίῳ τάφῳ μήτʼ ἐν ἄλλῳ μηδενί , μήτε ἄλλον μηδένα τῶν ἑωυτοῦ ἀπογενόμενον θάψαι .
2.136.3 ὑπερβαλέσθαι δὲ βουλόμενον τοῦτον τὸν βασιλέα τοὺς πρότερον ἑωυτοῦ βασιλέας γενομένους Αἰγύπτου μνημόσυνον πυραμίδα λιπέσθαι ἐκ πλίνθων ποιήσαντα , ἐν τῇ γράμματα ἐν λίθῳ ἐγκεκολαμμένα τάδε λέγοντά ἐστι ·
2.136.4 “μή με κατονοσθῇς πρὸς τὰς λιθίνας πυραμίδας · προέχω γὰρ αὐτέων τοσοῦτον ὅσον ὁ Ζεὺς τῶν ἄλλων θεῶν . κοντῷ γὰρ ὑποτύπτοντες ἐς λίμνην , ὅ τι πρόσσχοιτο τοῦ πηλοῦ τῷ κοντῷ , τοῦτο συλλέγοντες πλίνθους εἴρυσαν καί με τρόπῳ τοιούτῳ ἐξεποίησαν .”
ch. 137
2.137.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.135.4 | Hdt. 2.136.3 (English) | >>Hdt. 2.137.4 |